Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.335 Dem. 19.338 (English) >>Dem. 19.342

19.337καίτοι καὶ περὶ τῆς φωνῆς ἴσως εἰπεῖν ἀνάγκη· πάνυ γὰρ μέγα καὶ ἐπὶ ταύτῃ φρονεῖν αὐτὸν ἀκούω, ὡς καθυποκρινούμενον ὑμᾶς. ἐμοὶ δὲ δοκεῖτʼ ἀτοπώτατον ἁπάντων ἂν ποιῆσαι, εἰ, ὅτε μὲν τὰ Θυέστου καὶ τῶν ἐπὶ Τροίᾳ κάκʼ ἠγωνίζετο, ἐξεβάλλετʼ αὐτὸν καὶ ἐξεσυρίττετʼ ἐκ τῶν θεάτρων καὶ μόνον οὐ κατελεύεθʼ οὕτως ὥστε τελευτῶντα τοῦ τριταγωνιστεῖν ἀποστῆναι, ἐπειδὴ δʼ οὐκ ἐπὶ τῆς σκηνῆς, ἀλλʼ ἐν τοῖς κοινοῖς καὶ μεγίστοις τῆς πόλεως πράγμασι μυρίʼ εἴργασται κακά, τηνικαῦθʼ ὡς καλὸν φθεγγομένῳ προσέχοιτε. 19.338μηδαμῶς· μηδὲν ὑμεῖς ἀβέλτερον πάθητε, ἀλλὰ λογίζεσθʼ ὅτι δεῖ κήρυκα μὲν ἂν δοκιμάζητε, εὔφωνον σκοπεῖν, πρεσβευτὴν δὲ καὶ τῶν κοινῶν ἀξιοῦντά τι πράττειν δίκαιον καὶ φρόνημʼ ἔχονθʼ ὑπὲρ μὲν ὑμῶν μέγα, πρὸς δʼ ὑμᾶς ἴσον, ὥσπερ ἐγὼ Φίλιππον μὲν οὐκ ἐθαύμασα, τοὺς δʼ αἰχμαλώτους ἐθαύμασα, ἔσωσα, οὐδὲν ὑπεστειλάμην. οὗτος δʼ ἐκείνου μὲν προὐκαλινδεῖτο, τοὺς παιᾶνας ᾖδεν, ὑμῶν δʼ ὑπερορᾷ. 19.339ἔτι τοίνυν ὅταν μὲν ἴδητε δεινότητʼ εὐφωνίαν τι τῶν ἄλλων τῶν τοιούτων ἀγαθῶν ἐπὶ χρηστοῦ καὶ φιλοτίμου γεγενημένον ἀνθρώπου, συγχαίρειν καὶ συνασκεῖν πάντας δεῖ· κοινὸν γὰρ ὑμῖν πᾶσι τοῖς ἄλλοις τοῦτʼ ἀγαθὸν γίγνεται· ὅταν δʼ ἐπὶ δωροδόκου καὶ πονηροῦ καὶ παντὸς ἥττονος λήμματος, ἀποκλείειν καὶ πικρῶς καὶ ἐναντίως ἀκούειν, ὡς πονηρία δυνάμεως δόξαν εὑρομένη παρʼ ὑμῶν ἐπὶ τὴν πόλιν ἐστίν.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.335 Dem. 19.338 (English) >>Dem. 19.342

Powered by PhiloLogic